# Δημήτριος 11.1-2

Plutarch, Δημήτριος, 11.1 to 11.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-94/11.1

τὸ δὲ ὑπερφυέστατον ἐνθύμημα τοῦ Στρατοκλέους (οὗτος γὰρ ἦν ὁ τῶν σοφῶν τούτων καὶ περιττῶν καινουργὸς ἀρεσκευμάτων), ἔγραψεν ὅπως οἱ πεμπόμενοι κατὰ ψήφισμα δημοσίᾳ πρὸς Ἀντίγονον ἢ Δημήτριον ἀντὶ πρεσβευτῶν θεωροὶ λέγοιντο, καθάπερ οἱ Πυθοῖ καὶ Ὀλυμπίαζε τὰς πατρίους θυσίας ὑπὲρ τῶν πόλεων ἀνάγοντες ἐν ταῖς Ἑλληνικαῖς ἑορταῖς. ἦν δὲ καὶ τἆλλα παράτολμος ὁ Στρατοκλῆς, καὶ βεβιωκὼς ἀσελγῶς καὶ τὴν τοῦ παλαιοῦ Κλέωνος ἀπομιμεῖσθαι δοκῶν βωμολοχίαν καὶ βδελυρίαν τῇ πρὸς τὸν δῆμον εὐχερείᾳ. ἔσχε δὲ τὴν ἑταίραν Φυλάκιον ἀνειληφώς· καί ποτε αὐτῷ πρὸς δεῖπνον ἐξ ἀγορᾶς πριαμένης ἐγκεφάλους καὶ τραχήλους, παπαί, εἶπε, τοιαῦτά γε ὠψώνηκας οἷς σφαιρίζομεν οἱ πολιτευόμενοι.

---

Plutarch, Δημήτριος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg057.local001/.
