Ancient Greek · ~2 min
Chapter 11
Plutarch, Δημήτριος 11.3
Not analysed yet
τῆς δὲ περὶ Ἀμοργὸν ἥττης τῶν νεῶν συμβάσης τοῖς Ἀθηναίοις, φθάσας τοὺς ἀπαγγέλλοντας εἰσήλασεν ἐστεφανωμένος διὰ τοῦ Κεραμεικοῦ, καὶ προσαγγείλας ὅτι νενικήκασιν, εὐαγγέλια θύειν ἔγραψε καὶ κρεωδαισίαν τινὰ κατὰ φυλὴν ἐποίησεν. ὀλίγῳ δʼ ὕστερον τῶν τὰ ναυάγια κομιζόντων ἀπὸ τῆς μάχης παραγενομένων καὶ τοῦ δήμου πρὸς ὀργὴν καλοῦντος αὐτόν, ἰταμῶς ὑποστὰς τὸν θόρυβον, εἶτα, ἔφη, τί πεπόνθατε δεινόν, εἰ δύο ἡμέρας ἡδέως γεγόνατε; τοιαύτη μὲν ἡ τοῦ Στρατοκλέους θρασύτης.