Ancient Greek · ~2 min
21.3 to 21.4
Plutarch, Δημήτριος 21.3-4
Not analysed yet
πρὸς δὲ τοῦτον τὸν πόλεμον αὐτῷ καὶ θώρακες ἐκομίσθησαν ἐκ Κύπρου δύο σιδηροῖ, μνῶν ὁλκῆς ἑκάτερος τεσσαράκοντα. δυσπάθειαν δὲ καὶ ῥώμην αὐτῶν ἐπιδεικνύμενος ὁ τεχνίτης Ζωΐλος ἐκέλευσεν ἐξ εἴκοσι βημάτων ἀφεῖναι καταπελτικὸν βέλος, οὗ προσπεσόντος ἀρραγὴς διέμεινεν ὁ σίδηρος, ἀμυχὴν δὲ μόλις ἔσχεν ἀμβλεῖαν, οἷον ἀπὸ γραφείου. τοῦτον αὐτὸς ἐφόρει· τὸν δʼ ἕτερον Ἄλκιμος ὁ Ἠπειρώτης, ἀνὴρ πολεμικώτατος τῶν σὺν αὐτῷ καὶ ῥωμαλεώτατος, ὃς μόνος ἐχρῆτο διταλάντῳ πανοπλίᾳ, τῶν ἄλλων χρωμένων ταλαντιαίᾳ· καὶ μαχόμενος ἐν Ῥόδῳ περὶ τὸ θέατρον ἔπεσεν.