Ancient Greek · ~2 min
Chapter 33
Plutarch, Δημήτριος 33.1
Not analysed yet
οὐ μὴν ὑπέπτηξε Δημήτριος, ἀλλὰ φήσας οὐδʼ ἂν μυριάκις ἡττηθῇ μάχας ἄλλας ἐν Ἴψῳ γαμβρὸν ἀγαπήσειν ἐπὶ μισθῷ Σέλευκον, τὰς μὲν πόλεις ἐκρατύνατο φρουραῖς, αὐτὸς δὲ πυθόμενος Λαχάρη στασιάζουσιν Ἀθηναίοις ἐπιθέμενον τυραννεῖν, ἤλπιζε ῥᾳδίως ἐπιφανεὶς λήψεσθαι τὴν πόλιν. καὶ τὸ μὲν πέλαγος ἀσφαλῶς διεπεραιώθη μεγάλῳ στόλῳ, παρὰ δὲ τὴν Ἀττικὴν παραπλέων ἐχειμάσθη καὶ τὰς πλείστας ἀπέβαλε τῶν νεῶν, καὶ συνδιεφθάρη πλῆθος ἀνθρώπων οὐκ ὀλίγον.