Ancient Greek · ~2 min
Chapter 34
Plutarch, Δημήτριος 34.4
Not analysed yet
καὶ γὰρ τόνου φωνῆς καὶ ῥημάτων πικρίας φεισάμενος, ἐλαφρῶς δὲ καὶ φιλικῶς μεμψάμενος αὐτοὺς διηλλάσσετο, καὶ δέκα μυριάδας σίτου μεδίμνων ἐπέδωκε, καὶ κατέστησεν ἀρχὰς αἳ μάλιστα τῷ δήμῳ προσφιλεῖς ἦσαν. συνιδὼν δὲ Δρομοκλείδης ὁ ῥήτωρ ὑπὸ χαρᾶς τὸν δῆμον ἔν τε φωναῖς ὄντα παντοδαταῖς καὶ τοὺς ἀπὸ τοῦ βήματος ἐπαίνους τῶν δημαγωγῶν ἁμιλλώμενον ὑπερβαλέσθαι, γνώμην ἔγραψε Δημητρίῳ τῷ βασιλεῖ τὸν Πειραιᾶ παραδοθῆναι καὶ τὴν Μουνυχίαν.