Ancient Greek
36.1 to 36.2
Plutarch, Δημήτριος 36.1-2
Not analysed yet
ἐπεὶ Κασάνδρου τελευτήσαντος ὁ πρεσβύτατος αὐτοῦ τῶν παίδων Φίλιππος οὐ πολὺν χρόνον βασιλεύσας Μακεδόνων ἀπέθανεν, οἱ λοιποὶ δύο πρὸς ἀλλήλους ἐστασίαζον, θατέρου δὲ αὐτῶν Ἀντιπάτρου τὴν μητέρα Θεσσαλονίκην φονεύσαντος, ἅτερος ἐκάλει βοηθοὺς ἐκ μὲν Ἠπείρου Πύρρον, ἐκ δὲ Πελοποννήσου Δημήτριον. ἔφθασε δὲ Πύρρος ἐλθών, καὶ πολὺ μέρος Μακεδονίας ἀποτεμόμενος τῆς βοηθείας μισθὸν φοβερὸς μὲν ἦν ἤδη παροικῶν Ἀλεξάνδρῳ· Δημητρίου δέ, ὡς ἐδέξατο τὰ γράμματα, μετὰ τῆς δυνάμεως προσιόντος, ἔτι μᾶλλον ὁ νεανίας τοῦτον φοβηθεὶς διὰ τὸ ἀξίωμα καὶ τὴν δόξαν ἀπήντησεν αὐτῷ περὶ Δῖον, ἀσπαζόμενος μὲν καὶ φιλοφρονούμενος, οὐδὲν δὲ φάσκων ἔτι τῆς ἐκείνου δεῖσθαι τὰ πράγματα παρουσίας.