Ancient Greek · ~2 min
Chapter 36
Plutarch, Δημήτριος 36.5
Not analysed yet
ἐπεὶ δὲ εἰς Λάρισσαν ἧκον, αὖθις ἀλλήλοις ἐπήγγελλον ἑστιάσεις ἀντεπιβουλεύοντες· ὃ δὴ μάλιστα τὸν Ἀλέξανδρον ὑποχείριον ἐποίησε τῷ Δημητρίῳ. φυλάττεσθαι γὰρ ὀκνῶν, ὡς μὴ κἀκεῖνον ἀντιφυλάττεσθαι διδάξῃ, παθὼν ἔφθασε (δρᾶν μέλλοντος αὐτοῦ μὴ διαφυγεῖν ἐκεῖνον) ὃ ἐμηχανᾶτο. κληθεὶς γὰρ ἐπὶ δεῖπνον ἦλθε πρὸς τὸν Δημήτριον. ὡς δὲ ἐκεῖνος ἐξανέστη μεταξὺ δειπνῶν, φοβηθεὶς ὁ Ἀλέξανδρος συνεξανέστη καὶ κατὰ πόδας αὐτῷ πρὸς τὰς θύρας συνηκολούθει.