# Δημήτριος 4.1-2

Plutarch, Δημήτριος, 4.1 to 4.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-94/4.1

τοῦ μέντοι καὶ φιλάνθρωπον φύσει καὶ φιλεταῖρον γεγονέναι τὸν Δημήτριον ἐν ἀρχῇ παράδειγμα τοιοῦτόν ἐστιν εἰπεῖν. Μιθριδάτης ὁ Ἀριοβαρζάνου παῖς ἑταῖρος ἦν αὐτοῦ καὶ καθʼ ἡλικίαν συνήθης, ἐθεράπευε δὲ Ἀντίγονον, οὔτε ὢν οὔτε δοκῶν πονηρός, ἐκ δὲ ἐνυπνίου τινὸς ὑποψίαν Ἀντιγόνῳ παρέσχεν. ἐδόκει γὰρ μέγα καὶ καλὸν πεδίον ἐπιὼν ὁ Ἀντίγονος ψῆγμά τι χρυσίου κατασπείρειν· ἐξ αὐτοῦ δὲ πρῶτον μὲν ὑποφύεσθαι θέρος χρυσοῦν, ὀλίγῳ δʼ ὕστερον ἐπανελθὼν ἰδεῖν οὐδὲν ἀλλʼ ἢ τετμημένην καλάμην. λυπούμενος δὲ καὶ περιπαθῶν ἀκοῦσαί τινων λεγόντων ὡς ἄρα Μιθριδάτης εἰς Πόντον Εὔξεινον οἴχεται, τὸ χρυσοῦν θέρος ἐξαμησάμενος.

---

Plutarch, Δημήτριος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg057.local001/.
