Ancient Greek · ~2 min
41.1 to 41.2
Plutarch, Δημήτριος 41.1-2
Not analysed yet
ἐντεῦθεν ἐπανελθὼν εἰς Μακεδονίαν καὶ μήτε αὐτὸς ἄγειν ἡσυχίαν πεφυκὼς τούς τε ἄλλους ὁρῶν ἐν ταῖς στρατείαις μᾶλλον αὐτῷ προσέχοντας, οἴκοι δὲ ταραχώδεις καὶ πολυπράγμονας ὄντας, ἐστράτευσεν ἐπʼ Αἰτωλούς· καὶ τὴν χώραν κακώσας καὶ Πάνταυχον ἐν αὐτῇ μέρος ἔχοντα τῆς δυνάμεως οὐκ ὀλίγον ἀπολιπὼν ἐπὶ Πύρρον αὐτὸς ἐχώρει καὶ Πύρρος ἐπʼ ἐκεῖνον· ἀλλήλων δὲ διαμαρτόντες, ὁ μὲν ἐπόρθει τὴν Ἤπειρον, ὁ δὲ Πανταύχῳ περιπεσὼν καὶ μάχην συνάψας αὐτὸν μὲν ἄχρι τοῦ δοῦναι καὶ λαβεῖν πληγὴν ἐν χερσὶ γενόμενον ἐτρέψατο, τῶν δὲ ἄλλων πολλοὺς μὲν ἀπέκτεινεν, ἐζώγρησε δὲ πεντακισχιλίους.