Ancient Greek
42.3 to 42.4
Plutarch, Δημήτριος 42.3-4
Not analysed yet
καὶ τοῦτο δὴ δεινῶς ἠνίασε τοὺς Μακεδόνας ὑβρίζεσθαι δοκοῦντας, οὐ βασιλεύεσθαι, καὶ Φιλίππου μνημονεύοντας, ἢ τῶν μνημονευόντων ἀκούοντας, ὡς μέτριος ἦν περὶ ταῦτα καὶ κοινός. καί ποτε πρεσβυτέρου γυναίου κόπτοντος αὐτὸν ἐν παρόδῳ τινὶ καὶ δεομένου πολλάκις ἀκουσθῆναι, φήσας μὴ σχολάζειν, ἐγκραγόντος ἐκείνου καὶ μὴ βασίλευε εἰπόντος, δηχθεὶς σφόδρα καὶ πρὸς τούτῳ γενόμενος ἀνέστρεψεν εἰς τὴν οἰκίαν, καὶ πάντα ποιησάμενος ὕστερα, τοῖς ἐντυχεῖν βουλομένοις, ἀρξάμενος ἀπὸ τῆς πρεσβύτιδος ἐκείνης, ἐπὶ πολλὰς ἡμέρας ἐσχόλασεν.