# Δημήτριος 42.5

Plutarch, Δημήτριος, Chapter 42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-94/42.5

οὐδὲν γὰρ οὕτως βασιλεῖ προσῆκον ὡς τὸ τῆς δίκης ἔργον. Ἄρης μὲν γὰρ τύραννος, ὥς φησι Τιμόθεος, νόμος δὲ πάντων βασιλεὺς κατὰ Πίνδαρόν ἐστι· καὶ τοὺς βασιλεῖς Ὅμηρός φησιν οὐχ ἑλεπόλεις οὐδὲ ναῦς χαλκήρεις, ἀλλὰ θέμιστας παρὰ τοῦ Διὸς λαμβάνοντας ῥύεσθαι καὶ φυλάσσειν, καὶ τοῦ Διὸς οὐ τὸν πολεμικώτατον οὐδὲ τὸν ἀδικώτατον καὶ φονικώτατον τῶν βασιλέων, ἀλλὰ τὸν δικαιότατον ὀαριστὴν καὶ μαθητὴν προσηγόρευκεν.

---

Plutarch, Δημήτριος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg057.local001/.
