Ancient Greek · ~1 min
Chapter 45
Plutarch, Δημήτριος 45.2
Not analysed yet
ἣν οὖν ὁ Σοφοκλέους Μενέλαος εἰκόνα ταῖς αὑτοῦ τύχαις παρατίθησιν, ἀλλʼ οὑμὸς ἀεὶ πότμος ἐν πυκνῷ θεοῦ τροχῷ κυκλεῖται καὶ μεταλλάσσει φύσιν, ὥσπερ σελήνης δʼ ὄψις εὐφρόνας δύο στῆναι δύναιτʼ ἂν οὔποτʼ ἐν μορφῇ μιᾷ, ἀλλʼ ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα πρόσωπα καλλύνουσα καὶ πληρουμένη, χὥτανπερ αὑτῆς εὐγενεστάτη φανῇ, πάλιν διαρρεῖ κεἰς τὸ μηδὲν ἔρχεται,