Ancient Greek · ~2 min
46.3 to 46.4
Plutarch, Δημήτριος 46.3-4
Not analysed yet
δέχεται δὲ αὐτὸν Εὐρυδίκη περὶ Μίλητον, ἀδελφὴ Φίλας, ἄγουσα τῶν αὐτῆς καὶ Πτολεμαίου θυγατέρων Πτολεμαΐδα καθωμολογημένην ἐκείνῳ πρότερον διὰ Σελεύκου. ταύτην γαμεῖ Δημήτριος Εὐρυδίκης ἐκδιδούσης. καὶ μετὰ τὸν γάμον εὐθὺς ἐπὶ τὰς πόλεις τρέπεται, πολλῶν μὲν ἑκουσίως προστιθεμένων, πολλὰς δὲ καὶ βιαζόμενος. ἔλαβε δὲ καὶ Σάρδεις· καί τινες τῶν Λυσιμάχου στρατηγῶν ἀπεχώρησαν πρὸς αὐτὸν χρήματα καὶ στρατιὰν κομίζοντες. ἐπερχομένου δὲ Ἀγαθοκλέους τοῦ Λυσιμάχου μετὰ δυνάμεως ἀνέβαινεν εἰς Φρυγίαν, ἐγνωκώς, ἄνπερ Ἀρμενίας ἐπιλάβηται, Μηδίαν κινεῖν καὶ τῶν ἄνω πραγμάτων ἔχεσθαι, πολλὰς ἐξωθουμένῳ περιφυγὰς καὶ ἀναχωρήσεις ἐχόντων.