# Δημήτριος 46.5

Plutarch, Δημήτριος, Chapter 46. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-94/46.5

ἑπομένου δὲ Ἀγαθοκλέους ἐν ταῖς συμπλοκαῖς περιῆν, ἐπισιτισμοῦ δὲ καὶ προνομῶν εἰργόμενος ἠπορεῖτο, καὶ τοῖς στρατιώταις δι’ ὑποψίας ἦν ὡς ἐπʼ Ἀρμενίαν καὶ Μηδίαν ἐκτοπίζων. ἅμα δὲ μᾶλλον ὁ λιμὸς ἐπέτεινε, καὶ διαμαρτία τις γενομένη περὶ τὴν τοῦ Λύκου διάβασιν πλῆθος ἀνθρώπων ἁρπασθὲν ὑπὸ τοῦ ῥεύματος ἀπώλεσεν. ὅμως δὲ τοῦ σκώπτειν οὐκ ἀπείχοντο· προγράφει δέ τις αὐτοῦ πρὸ τῆς σκηνῆς τὴν τοῦ Οἰδίποδος ἀρχὴν μικρὸν παραλλάξας· τέκνον τυφλοῦ γέροντος Ἀντιγόνου· τίνας χώρους ἀφίγμεθα;

---

Plutarch, Δημήτριος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg057.local001/.
