Ancient Greek
Chapter 47
Plutarch, Δημήτριος 47.2
Not analysed yet
ὡς δὲ ἦν ἀμήχανον, ἐν ταῖς ἐσχάταις ὄντων ἀπορίαις τῶν στρατιωτῶν, καὶ τοῦ Ταύρου τὰς ὑπερβολὰς Ἀγαθοκλῆς ἀπετείχισε, γράφει πρὸς Σέλευκον ἐπιστολὴν μακρόν τινα τῆς αὑτοῦ τύχης ὀδυρμόν, εἶτα πολλὴν ἱκεσίαν καὶ δέησιν ἔχουσαν ἀνδρὸς οἰκείου λαβεῖν οἶκτον, ἄξια καὶ πολεμίοις συναλγῆσαι πεπονθότος. Ἐπικλασθέντος δέ πως Σελεύκου, καὶ γράψαντος τοῖς ἐκεῖ στρατηγοῖς ὅπως αὐτῷ τε τῷ Δημητρίῳ χορηγίαν βασιλικὴν καὶ τῇ δυνάμει τροφὴν ἄφθονον παρέχωσιν,