Ancient Greek · ~2 min
48.1 to 48.2
Plutarch, Δημήτριος 48.1-2
Not analysed yet
ἐπεὶ δὲ Σέλευκος ταῦτα πάντα ὑποπτεύων ἐκέλευσεν αὐτόν, εἰ βούλεται, δύο μῆνας ἐν τῇ Καταονίᾳ χειμάσαι, δόντα τοὺς πρώτους τῶν φίλων ὁμήρους, ἅμα δὲ τὰς εἰς Συρίαν ἀπετείχιζεν ὑπερβολάς, ἐγκλειόμενος, ὥσπερ θηρίον, ὁ Δημήτριος κύκλῳ καὶ περιβαλλόμενος, ὑπʼ ἀνάγκης τρέπεται πρὸς ἀλκήν, καὶ τήν τε χώραν κατέτρεχε καὶ τῷ Σελεύκῳ προσβάλλοντι συμπλεκόμενος ἀεὶ πλέον εἶχε. καί ποτε τῶν δρεπανηφόρων εἰς αὐτὸν ἀφεθέντων ὑποστὰς τροπὴν ἐποιήσατο, καὶ τῶν εἰς Συρίαν ὑπερβολῶν τοὺς ἀποτειχίζοντας ἐξελάσας ἐκράτησε. καὶ ὅλως ἐπῆρτο τῇ γνώμῃ, καὶ τοὺς στρατιώτας ἀνατεθαρρηκότας ὁρῶν παρεσκευάζετο διαγωνίσασθαι πρὸς τὸν Σέλευκον ἐπὶ τοῖς μεγίστοις ἄθλοις, ἠπορημένον ἤδη καὶ αὐτόν.