Ancient Greek · ~3 min
49.2 to 49.3
Plutarch, Δημήτριος 49.2-3
Not analysed yet
ἅμα δʼ ἡμέρᾳ προσκειμένου τοῦ Σελεύκου, πέμψας τινὰ τῶν περὶ αὑτὸν ἐπὶ θάτερον κέρας ἐποίησέ τινα τροπὴν τῶν ἐναντίων. εἶτα μέντοι Σέλευκος αὐτὸς ἀφεὶς τὸν ἵππον καὶ τὸ κράνος ἀποθέμενος καὶ λαβὼν πέλτην ἀπήντα τοῖς μισθοφόροις, ἐπιδεικνύμενος αὑτὸν καὶ μεταβαλέσθαι παρακαλῶν, ἤδη ποτὲ συμφρονήσαντας ὅτι φειδόμενος ἐκείνων, οὐ Δημητρίου, χρόνον πολὺν διατετέλεκεν. ἐκ τούτου πάντες ἀσπαζόμενοι καὶ βασιλέα προσαγορεύοντες μεθίσταντο. Δημήτριος δὲ πολλῶν μεταβολῶν αἰσθόμενος ἐσχάτην ἐκείνην ἥκουσαν ἐπʼ αὐτόν, ἐκκλίνας ἐπὶ τὰς Ἀμανίδας ἔφυγε πύλας, καὶ καταβαλὼν εἰς ὕλην τινὰ συνηρεφῆ μετὰ φίλων τινῶν καὶ ἀκολούθων ὀλίγων παντάπασιν ὄντων προσέμενε τὴν νύκτα, βουλόμενος, εἰ δύναιτο, τῆς ἐπὶ Καῦνον ὁδοῦ λαβέσθαι καὶ διεκπεσεῖν ἐπὶ τὴν θάλασσαν, οὗ τὸν ναύσταθμον εὑρήσειν ἤλπιζεν.