Ancient Greek · ~1 min
Chapter 49
Plutarch, Δημήτριος 49.5
Not analysed yet
τολμήσαντος δέ τινος εἰπεῖν τι, ὡς Σελεύκῳ χρὴ τὸ σῶμα παραδοῦναι Δημήτριον, ὥρμησε μὲν τὸ ξίφος σπασάμενος ἀνελεῖν ἑαυτόν, οἱ δὲ φίλοι περιστάντες καὶ παραμυθούμενοι συνέπεισαν οὕτω ποιῆσαι. καὶ πέμπει πρὸς Σέλευκον ἐπιτρέπων ἐκείνῳ τὰ καθʼ ἑαυτόν.