Ancient Greek · ~2 min
Chapter 5
Plutarch, Δημήτριος 5.2
Not analysed yet
αὐτὸς μὲν Ἀντίγονος ἐν Φρυγίᾳ διέτριβε, Πτολεμαῖον δʼ ἀκούων ἐκ Κύπρου διαβάντα πορθεῖν Συρίαν καὶ τὰς πόλεις ἀπάγειν καὶ βιάζεσθαι, κατέπεμψε τὸν υἱὸν Δημήτριον, δύο καὶ εἴκοσιν ἐτῶν ὄντα καὶ στρατείας τότε πρῶτον αὐτοτελῶς ἐπὶ πράγμασι μεγάλοις ἁπτόμενον. οἷα δὲ νέος καὶ ἄπειρος ἀνδρὶ συμπεσὼν ἐκ τῆς Ἀλεξάνδρου παλαίστρας ἠθληκότι πολλοὺς καὶ μεγάλους καθʼ αὑτὸν ἀγῶνας, ἐσφάλη περὶ πόλιν Γάζαν ἡττηθείς, ὀκτακισχιλίων ἁλόντων καὶ πεντακισχιλίων ἀποθανόντων.