# Δημήτριος 53.1-2

Plutarch, Δημήτριος, 53.1 to 53.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-94/53.1

ἔσχε μέντοι καὶ τὰ περὶ τὴν ταφὴν αὐτοῦ τραγικήν τινα καὶ θεατρικὴν διάθεσιν. ὁ γὰρ υἱὸς Ἀντίγονος, ὡς ᾔσθετο τὰ λείψανα κομιζόμενα, πάσαις ἀναχθεὶς ταῖς ναυσὶν ἐπὶ νήσων ἀπήντησε· καὶ δεξάμενος εἰς τὴν μεγίστην τῶν ναυαρχίδων ἔθετο τὴν ὑδρίαν χρυσήλατον οὖσαν. αἱ δὲ πόλεις αἷς προσεῖχον, τοῦτο μὲν στεφάνους ἐπέφερον τῇ ὑδρίᾳ, τοῦτο δὲ ἄνδρας ἐν σχήματι πενθίμῳ συνθάψοντας καὶ συμπαραπέμψοντας ἀπέστελλον. εἰς δὲ Κόρινθον τοῦ στόλου καταπλέοντος ἥ τε κάλπις ἐκ πρύμνης περιφανὴς ἑωρᾶτο πορφύρᾳ βασιλικῇ καὶ διαδήματι κεκοσμημένη, καὶ παρειστήκεισαν ἐν ὅπλοις νεανίσκοι δορυφοροῦντες. ὁ δὲ τῶν τότε αὐλητῶν ἐλλογιμώτατος Ξενόφαντος ἐγγὺς καθεζόμενος προσηύλει τῶν μελῶν τὸ ἱερώτατον·

---

Plutarch, Δημήτριος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg057.local001/.
