Ancient Greek · ~2 min
Chapter 53
Plutarch, Δημήτριος 53.3
Not analysed yet
καὶ πρὸς τοῦτο τῆς εἰρεσίας ἀναφερομένης μετὰ ῥυθμοῦ τινος, ἀπήντα ψόφος, ὥσπερ ἐν κοπετῷ, ταῖς τῶν αὐλημάτων περιόδοις· τὸν δὲ πλεῖστον οἶκτον καὶ ὀλοφυρμὸν αὐτὸς ὁ Ἀντίγονος τοῖς ἠθροισμένοις ἐπὶ τὴν θάλασσαν ὀφθεὶς ταπεινὸς καὶ δεδακρυμένος παρέσχεν. ἐπενεχθεισῶν δὲ τιμῶν καὶ στεφάνων περὶ Κόρινθον εἰς Δημητριάδα κομίσας ἔθηκε τὰ λείψανα, πόλιν ἐπώνυμον ἐκείνου, συνοικισθεῖσαν ἐκ μικρῶν τῶν περὶ τὴν Ἰωλκὸν πολιχνίων.