Ancient Greek
Chapter 11
Plutarch, Δημοσθένης 11.3
Not analysed yet
ἐπιτείναντος δὲ τὴν φωνὴν τοῦ ἀνθρώπου καὶ βοῶντος ἐγὼ, Δημόσθενες, οὐδὲν πέπονθα; νὴ Δία, φάναι, νῦν ἀκούω φωνὴν ἀδικουμένου καὶ πεπονθότος. οὕτως ᾤετο μέγα πρὸς πίστιν εἶναι τὸν τόνον καὶ τὴν ὑπόκρισιν τῶν λεγόντων, τοῖς μὲν οὖν πολλοῖς ὑποκρινόμενος ἤρεσκε θαυμαστῶς, οἱ δὲ χαρίεντες ταπεινὸν ἡγοῦντο καὶ ἀγεννὲς αὐτοῦ τὸ πλάσμα καὶ μαλακόν, ὧν καὶ Δημήτριος ὁ Φαληρεύς ἐστιν.