Ancient Greek · ~2 min
Chapter 2
Plutarch, Δημοσθένης 2.3
Not analysed yet
καὶ πρᾶγμα θαυμαστὸν μέν, ἀλλʼ ἀληθὲς ἐπάσχομεν. οὐ γὰρ οὕτως ἐκ τῶν ὀνομάτων τὰ πράγματα συνιέναι καὶ γνωρίζειν συνέβαινεν ἡμῖν, ὡς ἐκ τῶν πραγμάτων ἁμῶς γέ πως εἴχομεν ἐμπειρίαν ἐπακολουθεῖν διʼ αὐτὰ καὶ τοῖς ὀνόμασι. κάλλους δὲ Ῥωμαϊκῆς ἀπαγγελίας καὶ τάχους αἰσθάνεσθαι καὶ μεταφορᾶς ὀνομάτων καὶ ἁρμονίας καὶ τῶν ἄλλων οἷς ὁ λόγος ἀγάλλεται, χαρίεν μέν ἡγούμεθα καὶ οὐκ ἀτερπές· ἡ δὲ πρὸς τοῦτο μελέτη καὶ ἄσκησις οὐκ εὐχερής, ἀλλʼ οἷστισι πλείων τε σχολὴ καὶ τὰ τῆς ὥρας ἔτι πρὸς τὰς τοιαύτας ἐπιχωρεῖ φιλοτιμίας.