Ancient Greek · ~1 min
Chapter 23
Plutarch, Δημοσθένης 23.5
Not analysed yet
ταῦτα μὲν οὖν Ἀριστόβουλος ὁ Κασσανδρεὺς ἱστόρηκε. βουλευομένων δὲ τῶν Ἀθηναίων καὶ διαπορούντων, ὁ Δημάδης λαβὼν πέντε τάλαντα παρὰ τῶν ἀνδρῶν ὡμολόγησε πρεσβεύσειν καὶ δεήσεσθαι τοῦ βασιλέως ὑπὲρ αὐτῶν, εἴτε τῇ φιλίᾳ πιστεύων, εἴτε προσδοκῶν μεστὸν εὑρήσειν ὥσπερ λέοντα φόνου κεκορεσμένον. ἔπεισε δʼ οὖν καὶ παρῃτήσατο τοὺς ἄνδρας ὁ Δημάδης, καὶ διήλλαξεν αὐτῷ τὴν πόλιν.