Ancient Greek
Chapter 29
Plutarch, Δημοσθένης 29.5
Not analysed yet
οὐκ ἂν φθάνοις, εἶπεν, ἤδη τὸν ἐκ τῆς τραγῳδίας ὑποκρινόμενος Κρέοντα καὶ τὸ σῶμα τοῦτο ῥίπτων ἄταφον. ἐγὼ δʼ, ὦ φίλε Πόσειδον, ἔτι ζῶν ἐξανισταμαι τοῦ ἱεροῦ· τῷ δὲ Ἀντιπάτρῳ καὶ Μακεδόσιν οὐδʼ ὁ σὸς ναὸς καθαρὸς ἀπολέλειπται. ταῦτʼ εἰπὼν, καὶ κελεύσας ὑπολαβεῖν αὐτὸν ἤδη τρέμοντα καὶ σφαλλόμενον, ἅμα τῷ προελθεῖν καὶ παραλλάξαι τὸν βωμὸν ἔπεσε καὶ στενάξας ἀφῆκε τὴν ψυχήν.