Ancient Greek · ~2 min
Chapter 3
Plutarch, Δημοσθένης 3.2
Not analysed yet
κακὴ γὰρ, ὥς φησιν ὁ Ἴων, ἡ δελφῖνος ἐν χέρσῳ βία, ἣν ὁ περιττὸς ἐν ἅπασι Κεκίλιος ἀγνοήσας ἐνεανιεύσατο σύγκρισιν τοῦ Δημοσθένους καὶ Κικέρωνος ἐξενεγκεῖν. ἀλλὰ γὰρ ἴσως, εἰ παντὸς ἦν τὸ γνῶθι σαυτὸν ἔχειν πρόχειρον, οὐκ ἂν ἐδόκει πρόσταγμα θεῖον εἶναι. Δημοσθένην γὰρ καὶ Κικέρωνα τὸν αὐτὸν ἔοικε πλάττων ἀπʼ ἀρχῆς ὁ δαίμων πολλὰς μὲν ἐμβαλεῖν εἰς τὴν φύσιν αὐτῶν τῶν ὁμοιοτήτων, ὥσπερ τὸ φιλότιμον καὶ φιλελεύθερον ἐν τῇ πολιτείᾳ, πρὸς δὲ κινδύνους καὶ πολέμους ἄτολμον, πολλὰ δʼ ἀναμῖξαι καὶ τῶν τυχηρῶν.