Ancient Greek · ~1 min
Chapter 21
Plutarch, Δίων 21.9
Not analysed yet
ταῦτα τῆς Θέστης παρρησιασαμένης θαυμάσαι λέγουσι τὸν τύραννον. ἐθαύμασαν δὲ καὶ οἱ Συρακούσιοι τὴν ἀρετὴν τῆς γυναικός, ὥστε καὶ μετὰ τὴν κατάλυσιν τῆς τυραννίδος ἐκείνῃ τιμὴν καὶ θεραπείαν βασιλικὴν ὑπάρχειν, ἀποθανούσης δὲ δημοσίᾳ πρὸς τὴν ταφὴν ἐπακολουθῆσαι τοὺς πολίτας. ταῦτα μὲν οὖν οὐκ ἄχρηστον ἔχει τὴν παρέκβασιν.