Ancient Greek · ~2 min
25.12 to 25.14
Plutarch, Δίων 25.12-14
Not analysed yet
ἔτυχε δὲ παρὼν ὁ Καρχηδόνιος ἄρχων Σύναλος ἐν τῷ χωρίῳ, ξένος ὢν καὶ φίλος Δίωνος. ἀγνοῶν δὲ τὴν παρουσίαν αὐτοῦ καὶ τὸν στόλον, ἐπειρᾶτο κωλύειν τοὺς στρατιώτας ἀποβαίνοντας. οἱ δὲ μετὰ τῶν ὅπλων ἐκδραμόντες ἀπέκτειναν μὲν οὐδένα, ἀπειρήκει γὰρ ὁ Δίων διὰ τὴν οὖσαν αὐτῷ φιλίαν πρὸς τὸν Καρχηδόνιον, φεύγουσι δὲ συνεισπεσόντες αἱροῦσι τὸ χωρίον. ὡς δʼ ἀπήντησαν ἀλλήλοις οἱ ἡγεμόνες καὶ ἠσπάσαντο, Δίων μὲν ἀπέδωκε τὴν πόλιν Συνάλῳ, οὐδὲν ἀδικήσας, Σύναλος δὲ τοὺς στρατιώτας ἐξένιζε καὶ συμπαρεσκεύαζεν ὧν Δίων ἐδεῖτο.