# Dion 51

Plutarch, Dion, Chapter 51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-96/51
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/plutarch/text-96/51
CTS URN: urn:cts:greekLit:tlg0007.tlg060:51

ἐκπλεύσαντος δὲ τοῦ Ἀπολλοκράτους, καὶ τοῦ Δίωνος εἰς τὴν ἀκρόπολιν βαδίζοντος, οὐκ ἐκαρτέρησαν αἱ γυναῖκες οὐδʼ ἀνέμειναν εἰσελθεῖν αὐτόν, ἀλλʼ ἐπὶ τὰς θύρας ἐξέδραμον, ἡ μὲν Ἀριστομάχη τὸν υἱὸν ἄγουσα τοῦ Δίωνος, ἡ δʼ Ἀρετὴ κατόπιν εἵπετο δακρύουσα, καὶ διαποροῦσα πῶς ἀσπάσηται καὶ προσείπῃ τὸν ἄνδρα κοινωνίας αὐτῇ πρὸς ἕτερον γεγενημένης. ἀσπασαμένου δʼ αὑτοῦ πρῶτον τὴν ἀδελφήν, εἶτα τὸ παιδίον, ἡ Ἀριστομάχη προσαγαγοῦσα τὴν Ἀρετήν, ἠτυχοῦμεν, ὦ Δίων, ἔφη, σοῦ φεύγοντος· ἥκων δὲ καὶ νικῶν ἀφῄρηκας ἡμῶν ἁπάντων τὰς κατηφείας, πλὴν μόνης ταύτης, ἣν ἐπεῖδον ἡ δυστυχὴς ἐγὼ σοῦ ζῶντος ἑτέρῳ συνελθεῖν βιασθεῖσαν. ὅτε οὖν σὲ κύριον ἡμῶν ἡ τύχη πεποίηκε, πῶς αὐτῇ διαιτᾷς ἐκείνην τὴν ἀνάγκην; πότερον ὡς θεῖον ἢ καὶ ὡς ἄνδρα σε ἀσπάσεται; τοιαῦτα τῆς Ἀριστομάχης λεγούσης ὁ Δίων ἐκδακρύσας προσηγάγετο φιλοστόργως τὴν γυναῖκα· καὶ παραδοὺς αὐτῇ τὸν υἱὸν ἐκέλευσεν εἰς τὴν οἰκίαν τὴν αὑτοῦ βαδίζειν, ὅπου καὶ αὐτὸς διῃτᾶτο, τὴν ἄκραν ἐπὶ τοῖς Συρακουσίοις ποιησάμενος.

---

Plutarch, Δίων, ed. Bernadotte Perrin. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg060.local001/.
