Ancient Greek · ~1 min
52.5 to 52.6
Plutarch, Δίων 52.5-6
Not analysed yet
τοῦ μέντοι περὶ τὰς ὁμιλίας ὄγκου καὶ τοῦ πρὸς τὸν δῆμον ἀτενοῦς ἐφιλονείκει μηδὲν ὑφελεῖν μηδὲ χαλάσαι, καίτοι τῶν πραγμάτων αὐτῷ χάριτος ἐνδεῶν ὄντων, καὶ Πλάτωνος ἐπιτιμῶντος, ὡς εἰρήκαμεν, καὶ γράφοντος ὅτι ἡ αὐθάδεια ἐρημίᾳ σύνοικός ἐστιν. ἀλλὰ φύσει τε φαίνεται πρὸς τὸ πιθανὸν δυσκεράστῳ κεχρημένος, ἀντισπᾶν τε τοὺς Συρακουσίους ἄγαν ἀνειμένους καὶ διατεθρυμμένους προθυμούμενος.