Ancient Greek · ~4 min
11.2 to 11.4
Plutarch, Εὐμένης 11.2-4
Not analysed yet
ἦν δὲ καὶ τὸ εἶδος ἡδύς, οὐ πολεμικῷ καὶ τετριμμένῳ διʼ ὅπλων ἐοικώς, ἀλλὰ γλαφυρὸς καὶ νεοπρεπὴς, καὶ πᾶν τὸ σῶμα διηρθρωμένος ὡς ὑπὸ τέχνης ἀκριβῶς τοῖς μέλεσι θαυμαστὴν συμμετρίαν σιν, εἰπεῖν δὲ οὐ δεινός, αἱμύλος δὲ καὶ πιθανός, ὡς ἐκ τῶν ἐπιστολῶν συμβάλλειν ἐστίν. ἐπεὶ δὲ τοὺς σὺν αὐτῷ πολιορκουμένους ἡ στενοχωρία μάλιστα πάντων ἔβλαπτεν, ἐν οἰκήμασι μικροῖς καὶ τόπῳ δυοῖν σταδίοιν ἔχοντι τὴν περίμετρον ἀναστρεφομένους, τροφὴν δὲ ἀγυμνάστους μὲν αὐτοὺς λαμβάνοντας, ἀργοῖς δὲ τοῖς ἵπποις προσφέροντας, οὐ μόνον τὸν ἄλυν αὐτῶν ὑπὸ τῆς ἀπραξίας μαραινομένων ἀπαλλάξαι βουλόμενος, ἀλλὰ καὶ πρὸς φυγήν, εἰ παραπέσοι καιρός, ἁμῶς γέ πως ἠσκημένοις χρήσασθαι, τοῖς μὲν ἀνθρώποις οἶκον, ὃς ἦν μέγιστος ἐν τῷ χωρίῳ, δεκατεσσάρων πηχῶν τὸ μῆκος, ἀπέδειξε περίπατον, κατὰ μικρὸν ἐπιτείνειν τὴν κίνησιν κελεύων, τῶν δὲ ἵππων ἕκαστον ῥυτῆρσι μεγάλοις εἰς τὴν ὀροφὴν ἀναδεδεμένοις ὑποζώσας ἐκ τῶν περὶ τὸν αὐχένα μερῶν ἐμετεώριζε καὶ παρήγειρε διὰ τροχιλίας, ὥστε τοῖς μὲν ὀπισθίοις σκέλεσιν ἐπὶ τῆς γῆς ἐρείδεσθαι, τοῖς δὲ ἐμπροσθίοις ποσὶν ἀκρωνύχους ἐπιψαύειν.