Ancient Greek · ~2 min
Chapter 12
Plutarch, Εὐμένης 12.1
Not analysed yet
ἤδη δὲ τῆς πολιορκίας χρόνον λαμβανούσης Ἀντίγονος τεθνηκέναι πυνθανόμενος Ἀντίπατρον ἐν Μακεδονίᾳ, καὶ τεταράχθαι τὰ πράγματα Κασάνδρου καὶ Πολυσπέρχοντος διαφερομένων, οὐδὲν ἔτι μικρὸν ἐλπίζων, ἀλλὰ τῇ γνώμῃ τὴν ὅλην περιβαλλόμενος ἡγεμονίαν· ἐβούλετο τὸν Εὐμενῆ φίλον ἔχειν καὶ συνεργὸν ἐπὶ τὰς πράξεις, διὸ πέμψας Ἱερώνυμον ἐσπένδετο τῷ Εὐμενεῖ, προτείνας ὅρκον, ὃν ὁ Εὐμενὴς διορθώσας ἐπέτρεψεν ἐπικρῖναι τοῖς πολιορκοῦσιν αὐτὸν Μακεδόσι, πότερος εἴη δικαιότερος.