Ancient Greek · ~2 min
Chapter 14
Plutarch, Εὐμένης 14.3
Not analysed yet
ὁ μὲν γὰρ Πευκέστας ἐν τῇ Περσίδι λαμπρῶς αὐτοὺς ἑστιάσας καὶ κατʼ ἄνδρα διαδοὺς ἱερεῖον εἰς θυσίαν ἤλπιζεν εἶναι μέγιστος· ὀλίγαις δὲ ὕστερον ἡμέραις τῶν στρατιωτῶν ἐπὶ τοὺς πολεμίους βαδιζόντων, ἐτύγχανεν ὁ Εὐμενὴς ἐκ νόσου τινὸς ἐπισφαλοῦς ἐν φορείῳ κομιζόμενος ἔξω τοῦ στρατεύματος ἐν ἡσυχίᾳ διὰ τάς ἀγρυπνίας. μικρὸν δὲ προελθοῦσιν αὐτοῖς ἄφνω λόφους τινὰς ὑπερβάλλοντες ἐξεφάνησαν οἱ πολέμιοι, καταβαίνοντες εἰς τὸ πεδίον.