Ancient Greek · ~2 min
Chapter 16
Plutarch, Εὐμένης 16.2
Not analysed yet
συνδόξαν δὲ πᾶσιν ἀποχρήσασθαι πρὸς τὴν μάχην αὐτῷ, μετὰ δὲ τὴν μάχην εὐθὺς ἀνελεῖν Εὔδαμος ὁ τῶν ἐλεφάντων ἡγεμὼν καὶ Φαίδιμος ἐξαγγέλλουσι,ʼ, κρύφα τῷ Εὐμενεῖ τὰ δεδογμένα, διʼ εὔνοιαν μὲν οὐδεμίαν ἢ χάριν, εὐλαβούμενοι δὲ μὴ τῶν χρημάτων, ἃ δεδανείκεσαν αὐτῷ, στερηθῶσιν. εὐμενὴς δὲ τούτους μὲν ἐπῄνεσεν, εἰς δὲ τὴν σκηνὴν ἀπελθών καὶ πρὸς τοὺς φίλους εἰπὼν ὡς ἐν πανηγύρει θηρίων ἀναστρέφοιτο, διαθήκας ἔγραψε καὶ τὰ γραμματεῖα κατέσχισε καὶ διέφθειρεν, οὐ βουλόμενος αὐτοῦ τελευτήσαντος ἐκ τῶν ἀπορρήτων αἰτίας καὶ συκοφαντήματα τοῖς γράψασι γενέσθαι.