Ancient Greek · ~2 min
Chapter 18
Plutarch, Εὐμένης 18.1
Not analysed yet
ταῦτα τοῦ Εὐμενοῦς λέγοντος τὸ μὲν ἄλλο πλῆθος ἄχθει κατείχετο καὶ κλαυθμὸς ἦν, οἱ δὲ ἀργυράσπιδες ἄγειν ἐβόων καὶ μὴ φλυαροῦντι προσέχειν οὐ γὰρ εἶναι δεινόν εἰ Χερρονησίτης ὄλεθρος οἰμώξεται μυρίοις γυμνάσας πολέμοις Μακεδόνας, ἀλλʼ εἰ τῶν Ἀλεξάνδρου καὶ Φιλίππου στρατιωτῶν οἱ κράτιστοι τοσαῦτα καμόντες ἐν γήρᾳ στέρονται τῶν ἐπάθλων καὶ τροφὴν παρʼ ἑτέρων λαμβάνουσιν, αἱ δὲ γυναῖκες αὐτῶν ἤδη τρίτην νύκτα τοῖς πολεμίοις συγκαθεύδουσιν. ἅμα δὲ ἦγον αὐτὸν ἐπιταχύνοντες.