Ancient Greek · ~1 min
Chapter 2
Plutarch, Εὐμένης 2.3
Not analysed yet
ἔφθη δὲ ἡ σκηνὴ καταφλεχθεῖσα, καὶ μετενόησε τῶν γραμμάτων διαφθαρέντων ὁ Ἀλέξανδρος, τὸ δὲ συγχυθὲν χρυσίον καὶ ἀργύριον ὑπὸ τοῦ πυρὸς ἀνευρέθη πλεῖον ἣ χιλίων ταλάντων, ἔλαβε δὲ οὐδέν, ἀλλὰ καὶ γράψας τοῖς πανταχοῦ σατράπαις καὶ στρατηγοῖς ἀντίγραφα τῶν διεφθαρμένων ἀποστέλλειν πάντα παραλαμβάνειν ἐκέλευσε τὸν Εὐμενῆ.