Ancient Greek · ~2 min
Chapter 7
Plutarch, Εὐμένης 7.7
Not analysed yet
τοῦ δὲ Εὐμενοῦς διʼ ὀργὴν καὶ μῖσος παλαιὸν τά τε ὅπλα περισπῶντος αὐτοῦ καὶ κακῶς λέγοντος, ἔτι τὸ ξίφος ἔχων ἔλαθεν ὑπὸ τὸν θώρακα τρώσας, ᾗ παρέψαυσε τοὑ βουβῶνος ἀποβάς. ἡ δὲ πληγὴ μᾶλλον ἐφόβησεν ἢ ἔβλαψε τὸν Εὐμενῆ, διʼ ἀσθένειαν ἀμυδρὰ γενομένη. σκυλεύσας δὲ τὸν νεκρόν εἶχε μὲν χαλεπῶς ὑπὸ τραυμάτων μηροὺς καὶ βραχίονας διακεκομμένος, ὅμως δὲ ἀναβληθεὶς ἐπὶ τὸν ἵππον ἐδίωκε πρὸς θάτερον κέρας, ὡς ἔτι συνεστώτων τῶν πολεμίων.