Ancient Greek · ~2 min
Chapter 9
Plutarch, Εὐμένης 9.2
Not analysed yet
πρῶτον μὲν γὰρ ἐν Ὀρκυνίοις τῆς Καππαδοκίας ἡττηθεὶς ὑπὸ Ἀντιγόνου διὰ προδοσίας καὶ διωκόμενος οὺ παρῆκε τὸν προδότην ἐκ τῆς φυγῆς διαπεσεῖν πρὸς τοὺς πολεμίους, ἀλλὰ συλλαβὼν ἐκρέμασε. φεύγων δὲ τὴν ἐναντίαν ὁδὸν τοῖς διώκουσι μετέβαλε λαθὼν, καὶ παραλλάξας, ὡς ἦλθεν ἐπὶ τὸν τόπον οὗ τὴν μάχην συνέβη γενέσθαι, κατεστρατοπέδευσε, καὶ συναγαγὼν τοὺς νεκροὺς καὶ τῶν ἐν κύκλῳ κωμῶν τὰ θυρώματα κατασχίσας ἔκαυσεν ἰδίᾳ μὲν ἡγεμόνας, ἰδίᾳ δὲ τοὺς πολλούς, καὶ πολυάνδρια χώσας ἀπῆλθεν, ὥστε καὶ τὸν Ἀντίγονον ὕστερον ἐπελθόντα θαυμάζειν τὸ θάρσος αὐτοῦ καὶ τὴν εὐστάθειαν.