Ancient Greek · ~2 min
9.5 to 9.6
Plutarch, Εὐμένης 9.5-6
Not analysed yet
τοῦ δὲ Μενάνδρου ταχὺ συμφρονήσαντος τὸν κίνδυνον καὶ ἀνασκευασαμένου, κατασκόπους ἔπεμπεν ὁ Εὐμενὴς φανερῶς, καὶ παρήγγειλε τοῖς στρατιώταις ὁπλίζεσθαι καὶ τοὺς ἵππους ἐγχαλινοῦν ὡς προσάξων τοῖς πολεμίοις. τῶν δὲ κατασκόπων ἀπαγγειλάντων ὅτι παντάπασιν ὁ Μένανδρος ἄληπτος εἴη καταπεφευγὼς εἰς τόπους χαλεπούς, ἄχθεσθαι προσποιούμενος ὁ Εὐμενὴς ἀπῆγε τὴν στρατιάν. λέγεται δέ, τοῦ Μενάνδρου ταῦτα μαρτυρήσαντος πρὸς τὸν Ἀντίγονον, καὶ τῶν Μακεδόνων ἐπαινούντων τὸν Εὐμενῆ καὶ φιλανθρωπότερον διατεθέντων, ὅτι καὶ παῖδας αὐτῶν ἀνδραποδίσασθαι καὶ γυναῖκας αἰσχῦναι παρόν ἐφείσατο καὶ παρῆκεν, ἄλλʼ ἐκεῖνός γε, φάναι τὸν Ἀντίγονον, οὐχ ὑμῶν, ὦ μακάριοι, κηδόμενος παρῆκεν, ἀλλʼ αὑτῷ φεύγοντι δεδιὼς περιθεῖναι πέδας τοσαύτας.