Ancient Greek · ~2 min
Chapter 1
Plutarch, Φάβιος Μάξιμος 1.3
Not analysed yet
ἦν δʼ αὐτῷ σωματικὸν μὲν παρωνύμιον ὁ Βερρούκωσος· εἶχε γὰρ ἀκροχορδόνα μικρὰν ἐπάνω τοῦ χείλους ἐπιπεφυκυῖαν ὁ δὲ Ὀουικούλας σημαίνει μὲν τὸ προβάτων, ἐτέθη δὲ πρὸς τὴν πρᾳότητα καὶ βαρύτητα τοῦ ἤθους ἔτι παιδὸς ὄντος. τὸ γὰρ ἡσύχιον αὐτοῦ καὶ σιωπηλὸν καὶ μετὰ πολλῆς εὐλαβείας τῶν παιδικῶν ἁπτόμενον ἡδονῶν, βραδέως δὲ καὶ διαπόνως δεχόμενον τὰς μαθήσεις, εὔκολον δὲ πρὸς τοὺς συνήθεις καὶ κατήκοον ἀβελτερίας τινὸς καὶ νωθρότητος ὑπόνοιαν εἶχε παρὰ τοῖς ἐκτός· ὀλίγοι δʼ ἦσαν οἱ τὸ δυσκίνητον ὑπὸ βάθους καὶ τὸ μεγαλόψυχον καὶ λεοντῶδες ἐν τῇ φύσει καθορῶντες αὐτοῦ.