Ancient Greek · ~2 min
Chapter 13
Plutarch, Φάβιος Μάξιμος 13.5
Not analysed yet
πατέρα δή σε χρηστὸν προσαγορεύω, τιμιωτέραν οὐκ ἔχων προσηγορίαν, ἐπεὶ τῆς γε τοῦ τεκόντος χάριτος μείζων ἡ παρὰ σοῦ χάρις αὕτη. ἐγεννήθην μὲν γὰρ ὑπʼ ἐκείνου μόνος, σῴζομαι δὲ ὑπὸ σοῦ μετὰ τοσούτων ταῦτʼ εἰπὼν καὶ περιβαλὼν τὸν Φάβιον ἠσπάζετο. τὸ δʼ αὐτὸ καὶ τοὺς στρατιώτας ἦν ὁρᾶν πράττοντας· ἐνεφύοντο γὰρ ἀλλήλοις καὶ κατεφίλουν, ὥστε μεστὸν εἶναι χαρᾶς καὶ δακρύων ἡδίστων τὸ στρατόπεδον.