Ancient Greek · ~2 min
Chapter 16
Plutarch, Φάβιος Μάξιμος 16.4
Not analysed yet
λέγεται δὲ καὶ τοῖς ἱππεῦσι τῶν Ῥωμαίων σύμπτωμα παράλογον γενέσθαι, τὸν γὰρ Παῦλον, ὡς ἔοικε, τρωθεὶς ὁ ἵππος ἀπεσείσατο, καὶ τῶν περὶ αὐτὸν ἄλλος καὶ ἄλλος ἀπολιπὼν τὸν ἵππον πεζὸς τῷ ὑπάτῳ προσήμυνε. τοῦτο δʼ οἱ ἱππεῖς ἰδόντες, ὡς παραγγέλματος κοινοῦ δεδομένου, πάντες ἀποπηδήσαντες πεζοὶ συνεπλέκοντο τοῖς πολεμίοις. ἰδὼν δʼ ὁ Ἀννίβας, τοῦτ, ἔφη, μᾶλλον ἠβουλόμην ἢ εἰ δεδεμένους παρέλαβον.