Ancient Greek · ~2 min
Chapter 17
Plutarch, Φάβιος Μάξιμος 17.3
Not analysed yet
τὰ γὰρ πλεῖστα καὶ μέγιστα τῶν ἐθνῶν αὐτῷ προσεχώρησεν ἑκούσια, καὶ Καπύην, ἣ μέγιστον ἔχει μετὰ Ῥώμην ἀξίωμα τῶν πόλεων, προσθεμένην κατέσχεν. οὐ μόνον δʼ ἦν ἄρα τὸ φίλων πεῖραν λαβεῖν, ὡς Εὐριπίδης φησίν, οὐ σμικρὸν κακόν, ἀλλὰ καὶ τὸ φρονίμων στρατηγῶν, ἡ γὰρ πρὸ τῆς μάχης Φαβίου δειλία καὶ ψυχρότης λεγομένη μετὰ τὴν μάχην εὐθὺς οὐδʼ ἀνθρώπινος ἐδόκει λογισμός, ἀλλὰ θεῖόν τι χρῆμα διανοίας καὶ δαιμόνιον ἐκ τοσούτου τὰ μέλλοντα προορωμένης, ἃ μόλις ἦν πιστὰ πάσχουσιν.