Ancient Greek · ~2 min
19.1 to 19.2
Plutarch, Φάβιος Μάξιμος 19.1-2
Not analysed yet
ἐπεὶ δʼ Ἀννίβανἐπύθοντο μετὰ τὴν μάχην ἀποτετράφθαι πρὸς τὴν ἄλλην Ἰταλίαν, ἀναθαρρήσαντες ἐξέπεμπον ἡγεμόνας καὶ στρατεύματα, τούτων δʼ ἐπιφανέστατοι Φάβιός τε Μάξιμος καὶ Κλαύδιος Μάρκελλος ἦσαν, ἀπὸ τῆς ἐναντίας σχεδὸν προαιρέσεως θαυμαζόμενοι παραπλησίως. ὁ μὲν γὰρ, ὥσπερ ἐν τοῖς περὶ αὐτοῦ γεγραμμένοις εἴρηται, περιλαμπὲς τὸ δραστήριον ἔχων καὶ γαῦρον, ἅτε δὴ καὶ κατὰ χεῖρα πλήκτης ἀνὴρ καὶ φύσει τοιοῦτος ὢν οἵους Ὅμηρος μάλιστα καλεῖ φιλοπτολέμους καὶ ἀγερώχους ἐν τῷ παραβόλῳ καὶ ἰταμῷ καὶ πρὸς ἄνδρα τολμηρὸν τὸν Ἀννίβαν ἀντιτολμῶντι τρόπῳ πολέμου συνίστατο τοὺς πρώτους ἀγῶνας·