Ancient Greek · ~3 min
26.2 to 26.3
Plutarch, Φάβιος Μάξιμος 26.2-3
Not analysed yet
καὶ μόνοις αὐτὸν ἐψηφίσαντο χρῆσθαι τοῖς ἐν Σικελίᾳ, στρατεύμασι καὶ τῶν ἐν Ἰβηρίᾳ γεγονότων μετʼ αὐτοῦ τριακοσίους ἄγειν, οἷς ἐχρῆτο πιστοῖς. ταῦτα μὲνοὖν ἐδόκει πολιτεύεσθαι πρὸς τὴν ἑαυτοῦ φύσιν ὁ Φάβιος. ἐπεὶ δὲ Σκηπίωνος εἰς Λιβύην διαβάντος εὐθὺς ἔργα θαυμαστὰ καὶ πράξεις ὑπερήφανοι τὸ μέγεθος καὶ τὸ κάλλος εἰς Ῥώμην ἀπηγγέλλοντο, καὶ μαρτυροῦντα ταῖς φήμαις εἵπετο λάφυρα πολλὰ, καὶ βασιλεὺς ὁ Νομάδων αἰχμάλωτος, καὶ δύο στρατοπέδων ὑφʼ ἕνα καιρὸν ἐμπρήσεις καὶ φθορά πολλῶν μὲν ἀνθρώπων, πολλῶν δʼ ὅπλων καὶ ἵππων ἐν αὐτοῖς συγκατακεκαυμένων, καὶ πρεσβεῖαι πρὸς Ἀννίβαν ἐπέμποντο παρὰ Καρχηδονίων καλούντων καὶ δεομένων ἐάσαντα τὰς ἀτελεῖς ἐκείνας ἐλπίδας οἴκαδε βοηθεῖν,