# Φάβιος Μάξιμος 3.4

Plutarch, Φάβιος Μάξιμος, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/plutarch/text-99/3.4

τὴν μὲν οὖν ἐπὶ τοῦ Τρεβίου γενομένην ἧτταν οὔθʼ ὁ γράψας στρατηγὸς οὔθʼ ὁ πεμφθεὶς ἄγγελος ἀπʼ εὐθείας ἔφρασεν, ἀλλʼ ἐψεύσατο τὴν νίκην ἐπίδικον αὐτοῖς καὶ ἀμφίδοξον γενέσθαι· περὶ δὲ ταύτης ὡς πρῶτον ἤκουσεν ὁ στρατηγὸς Πομπώνιος, συναγαγὼν εἰς ἐκκλησίαν τὸν δῆμον οὐ περιπλοκὰς οὐδὲ παραγωγὰς ἀλλʼ ἄντικρυς ἔφη προσελθών Νενικήμεθα, ὦ ἄνδρες Ῥωμαῖοι, μεγάλῃ μάχῃ, καὶ διέφθαρται τὸ στρατόπεδον, καὶ Φλαμίνιος ὕπατος ἀπόλωλεν. ἀλλὰ βουλεύεσθε περὶ σωτηρίας αὑτῶν καὶ ἀσφαλείας.

---

Plutarch, Φάβιος Μάξιμος, ed. Bernadotte Perrin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0007.tlg013.local001/.
