Ancient Greek · ~2 min
3.5 to 3.6
Plutarch, Φάβιος Μάξιμος 3.5-6
Not analysed yet
οὗτος μὲν οὖν ὥσπερ πνεῦμα τὸν λόγον ἐμβαλὼν εἰς πέλαγος τοσούτου δῆμου συνετάραξε τὴν πόλιν, οὐδʼ ἑστάναι πρὸς τοσαύτην ἔκπληξιν οἱ λογισμοὶ καὶ διαμένειν ἐδύναντο. πάντες δʼ εἰς μίαν γνώμην συνήχθησαν ἀνυπευθύνου δεῖσθαι τὰ πράγματα μοναρχίας, ἣν δικτατορίαν καλοῦσι, καὶ τοῦ μεταχειριουμένου ταύτην ἀθρύπτως καὶ ἀδεῶς ἀνδρός· εἶναι δὲ τοῦτον ἕνα Φάβιον Μάξιμον, ἰσόρροπον ἔχοντα, τῷ μεγέθει τῆς ἀρχῆς τὸ φρόνημα καὶ τὸ ἀξίωμα τοῦ ἤθους, ἡλικίας τε κατὰ τοῦτο γεγενημένον ἐν ᾧ συνέστηκεν ἔτι πρὸς τὰ τῆς ψυχῆς βουλεύματα τὸ σῶμα τῇ ῥώμῃ καὶ συγκέκραται τῷ φρονίμῳ τὸ θαρραλέον.