Ancient Greek
Chapter 5
Plutarch, Φάβιος Μάξιμος 5.2
Not analysed yet
ὅθεν ἀεὶ μετέωρος ἀπὸ τῆς ἵππου τῶν πολεμίων ἐν τόποις ὀρεινοῖς στρατοπεδεύων ἐπῃωρεῖτο, καθημένου μέν ἡσυχάζων, κινουμένου δὲ κατὰ τῶν ἄκρων κύκλῳ περιιὼν καὶ περιφαινόμενος ἐκ διαστήματος ὅσον ἀκοντὶ μὴ βιασθῆναι μάχεσθαι καὶ φόβον ὡς μαχησόμενος τοῖς πολεμίοις ἀπὸ τῆς μελλήσεως αὐτῆς παρέχειν. οὕτω δὲ παράγων τὸν χρόνον ὑπὸ πάντων κατεφρονεῖτο, καὶ κακῶς μέν ἤκουεν ἐν τῷ στρατοπέδῳ, κομιδῇ δὲ τοῖς πολεμίοις ἄτολμος ἐδόκει καὶ τὸ μηδὲν εἶναι πλὴν ἑνὸς ἀνδρὸς Ἀννίβου.