Ancient Greek · ~3 min
5.4 to 5.5
Plutarch, Φάβιος Μάξιμος 5.4-5
Not analysed yet
τῷ δʼ ἡ μέν γνώμη πίστιν ἔχουσα τοῦ συμφέροντος ἐν ἑαυτῇ βέβαιος εἱστήκει καὶ ἀμετάπτωτος· ἠνώχλει δʼ αὐτὸν ὁ ἵππαρχος Μινούκιος φιλομαχῶν ἀκαίρως καὶ θρασυνόμενος καὶ δημαγωγῶν τὸ στράτευμα μανικῆς φορᾶς καὶ κενῶν ἐλπίδων ὑπʼ αὐτοῦ πεπληρωμένον οἳ τὸν μέν Φάβιον σκώπτοντες καὶ καταφρονοῦντες Ἀννίβου παιδαγωγὸν ἀπεκάλουν, τὸν δὲ Μινούκιον μέγαν ἄνδρα καὶ τῆς Ῥώμης ἄξιον ἡγοῦντο στρατηγόν· ὁ δὲ μᾶλλον εἰς φρόνημα καὶ θράσος ἀνειμένος ἐχλεύαζε μὲν τὰς ἐπὶ τῶν ἄκρων στρατοπεδείας, ὡς καλὰ θέατρα τοῦ δικτάτορος ἀεὶ παρασκευαζομένου θεωρήσουσι πορθουμένην καὶ φλεγομένην τὴν Ἰταλίαν, ἠρώτα δὲ τοὺς φίλους τοῦ Φαβίου πότερον εἰς τὸν οὐρανὸν ἄρας ἀναφέρει τὸν στρατὸν ὡς τῆς γῆς ἀπεγνωκώς, ἢ νέφη καὶ ὁμίχλας προβαλλόμενος ἀποδιδράσκει τοὺς πολεμίους.