Ancient Greek · ~2 min
Chapter 9
Plutarch, Φάβιος Μάξιμος 9.1
Not analysed yet
ἐπεὶ δʼ ὁ Φάβιος προσελθὼν ἀπολογεῖσθαι μὲν οὐδʼ ἐμέλλησε πρὸς τὸν δήμαρχον, ἔφη δὲ τάχιστα τὰς θυσίας καὶ τὰς ἱερουργίας γενέσθαι, ὥστʼ ἐπὶ τὸ στράτευμα βαδιεῖσθαι τῷ Μινουκίῳ δίκην ἐπιθήσων, ὅτι κωλύσαντος αὐτοῦ τοῖς πολεμίοις συνέβαλε, θόρυβος διῇξε τοῦ δήμου πολὺς, ὡς κινδυνεύσοντος τοῦ Μινουκίου. καὶ γὰρ εἷρξαι τῷ δικτάτορι καὶ θανατῶσαι πρὸ δίκης ἔξεστι καὶ τοῦ Φαβίου τὸν θυμὸν ἐκ πολλῆς πρᾳότητος κεκινημένον ᾤοντο βαρὺν εἶναι καὶ δυσπαραίτητον.